Ancient Greek
1928 to 1929
Damascius, In Parmenidem 1928-1929
Unproofread scanNot analysed yet
ἀποφάσκει ταῖς εἰρημέναις καταφάσεσιν, καὶ ποίας ἀναιρεῖ καταφάσεις· δοκεῖ μὲν γὰρ τὰς τοῦ ἑνὸς μὴ ὄντος. Πέμπτον, εἰ καὶ πρὸς τὴν πρώτην ὑπόθεσιν τὰ ἀδύνατα συνάγεται, ἢ πρὸς τὰς ἄλλας μόνον, καὶ τίνας ταύτας. Ἔκτον, πόσα καὶ τίνα τὰ συμπεράσματα. Λέγωμεν δὲ συντόμως πρὸς ἕκαστον. Πρὸς μὲν τὸ πρῶτον ὅτι πρόκειται ἀνῃρημένου πάντη τοῦ ἕνὸς, μήτε αὐτὸ εἶναι τὸ ἕν, μηδὲ ὅπερ ἀπόρρητον λέγομεν· ἢ ἄνω λέγομεν ὡς τὴν μίαν αἰτίαν, ἢ κάτω περὶ τὴν ὕλην, οὔτε τι τῶν ἑπομένων τῷ ἕνι καὶ ἀπ’ αὐτοῦ προϊόντων, ὥστε πάσῃ τῇ σειρᾷ τοῦ ἑνὸς μάχεται ἥδε ἡ ὑπόθεσις· καὶ εἰσηγεῖται ἡμῖν τὸ κατὰ μηδένα τρόπον ὑφεστάναι ὑπονοούμενον, μηδὲ ὁπωσιῶν. Πρὸς δὲ τὸ δεύτερον ὅτι ἐροῦμεν ἢ μὲν μία τῶν ὅλων