Ancient Greek
1931 to 1932
Damascius, In Parmenidem 1931-1932
Unproofread scanNot analysed yet
οἷον ἀπόρρητον ἕν καὶ οὐδὲ ἕν ἄξιον ὀνομασθῆναι· ἐνταῦθα δὲ κατὰ τὴν ἔννοιαν τοῦ ἑνὸς αἱ ἀποφάσεις. Οὐδαμῶς γὰρ ἕν· οὐδὲ ἄρα τὸ ἀπόρρητον· ὅλως γὰρ ἡ μὲν πρώτη ὑπόθεσις, «εἰ ἕν ἐστιν,» ὑπετίθετο καὶ ἐδείκνυ ὅτι οὐδὲ ἕν ἐστιν, ὑποτιθεμένη μὲν αὐτὸ κατὰ τὴν πρὸς αὐτὸ τῆς ψυχῆς ἀνατεινομένην ὀδίναν, αὖθις δὲ ἀναιροῦσα, κατὰ τὴν ἀληπλὸν αὐτοῦ πάντη ὑπὸ πάντων ὑπερβολήν· ἐνταῦθα πρὸς τὸ ἄνω πρὸς τὸ διὰ τί ἀνάπαλιν Β πρὸς τὸ Β πρὸς τὸ ὅτι ἢ ἐροῦμεν μία τὸ δὲ ἐν οἷον ἦν ἐδείκνυτο δὲ ἡ παροῦσα ὑπόθεσις καὶ αὐτὴν ἀναιρεῖ τὴν ὠδῖνα τῆς ἡμετέρας ἐννοίας, οὐδὲ δόκησιν ἀπολείπουσα τοῦ ἑνός. Ἄλλ' εἴποι τις ἂν κατὰ τὸ τρίτον ὅτι τὸ μηδαμῶς ὄν ἑκατέρῳ προσήκει· καὶ