Ancient Greek
1935
Damascius, In Parmenidem 1935
Unproofread scanNot analysed yet
τοῦ μὴ ὄντος περιεἰληπται. Ῥητέον δὲ πρὸς ταῦτα ἐν μὲν ὅτι πάντα ὅσα ἂν εἴποι τις περὶ τῆς πρώτης ὑποθέσεως, τὰ αὐτὰ ἔρει καὶ περὶ τῆς πέμπτης καὶ τοῦ ἀπορρήτου τῆς ὕλης· ἢ ἄρα ἑβδόμη τὸ πάντη μηδέν. Ἔτερον δὲ ὅτι εἰ τὸ μηδαμῶς ὄν ἀπήχημα τοῦ πρώτου, εἴη ἂν τι καὶ ἄλλο αἴτιον τῆς πρώτης ὕλης, ἔπειτα δὲ τοῦ