Ancient Greek
1956 to 1957
Damascius, In Parmenidem 1956-1957
Unproofread scanNot analysed yet
εἶδος. Πρὸς δὲ τὸ δεύτερον λέγομεν, ἄλλα ἔστι τῷ ὄντι, ἀλλὰ ὡς οὐκ αὐτὰ ἄ ἔστιν, ἀλλ' ἐκείνων ὁμοιώματα ὄντα. Τὰ δὲ ἐν οὐκ ὄν εἴρηται ὅτι καὶ αὐτὸ τῶν ἄλλων ἔστιν· ὥστε οὐκ ὄν ἐν· ὅμως δὲ ἐπειδή ἔχει τινὰ ἔμφασιν τοῦ ἑνὸς, πρός γε τὰ ἑαυτοῦ ἄλλα καὶ ὡς ἐν ἄλλοις, διὰ τοῦτο ἐν τῇ τάξει τρόπον τινὰ τέτακται τοῦ ἑνὸς, ἀλλ' ἐν μὴ ὄν τὸ ὅλον τοῦτο ὑποκείμενον. Πρὸς γοῦν τὸ τρίτον ἀποκρινόμενοι, φαμέν ὅτι καὶ αὐτὸς ὁ Παρμενίδης ἐνδείκνυται τὸ ἐν τοῦτο μὴ ὄν, τῆς τῶν ἄλλων φύσεως ὄν. Ἐπεὶ γὰρ ἐν μὴ ὄν, τοιούσῳ οὐκ ὄν ἐν, δῆλον ὡς τὰ ἄλλα οὐκ ἂν εἴη ἑνός· πῶς γὰρ «τοῦ γε μὴ ὄντος ἀλλήλων ἄρα