Ancient Greek
1969
Damascius, In Parmenidem 1969
Unproofread scanNot analysed yet
παράδοσις ἐνδείκνυται διαρρήδην τὴν τῶν γεννητῶν καὶ φθαρτῶν ἀκοσμίαν. Φέρε διὰ βραχέων καὶ τὴν λέξιν αὐτὴν ἐπιδραμώμεν. Δεῖ εἶναι τὰ ἄλλα· εἰ γὰρ μήτε ἐν εἴη ταῦτα, μήτε ἄλλα τοῦ ἑνός, δεήσει αὐτὰ μηδὲν εἶναι. Εἰ δὲ ἔστιν ἄλλα, πάντως ὅτι καὶ ἕτερα ἔστιν· ὡς γὰρ τὸ ἕτερον ἑτέρου ἕτερον, οὕτω καὶ τὸ ἄλλο ἄλλου φαμὲν ἄλλο· διὰ δὲ τῆς