Ancient Greek
1973
Damascius, In Parmenidem 1973
Unproofread scanNot analysed yet
ἀλλὰ διεχὴς ἡ σύνθεσις, ὡς ὁ κοινὸς οὗτος ἄνθρωπος ἐκ τῶν ἀτόμων ἀνθρώπων. Τούτοις ἐπάγει τὸν φαινόμενον ἀριθμόν, ᾧ ἕπεται καὶ τὰ ἄλλα εἴδη φαινόμενα, τὸ σμικρόν, τὸ μέγα, τὸ ἴσον· ἕτι δὲ πρὸς μὲν ἄλληλα διώρισται· ταύτῃ ἄρα πεπέρασται. Ὄγκος δὲ αὐτὸς ἕκαστος ἐπ’ ἄπειρόν ἐστι διαιρετός, ὥστε ταύτῃ γε ἄπειρον, ἄτε οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τέλος ἔχον.