Ancient Greek
198
Damascius, In Parmenidem 198
Unproofread scanNot analysed yet
Καθ᾽ ὕπαρξιν ἄρα ζωὴ ἡ νοητὴ τῶν ζώντων αἰτία· αὕτη δὲ ἐστιν ἡ τῶν δευτέρων ὑποστάσεων· αὕτη δὲ ἡ δευτέρα ἐν τοῖς νοητοῖς. Διὸ καὶ ἡ τρίτη συντόμως ἂν ἀποδειχθείη νοῦς οὖσα νοητός· δεῖ γὰρ ἀεὶ τὸ μετεχό- μενον ἔχειν τι σύστοιχον, καὶ ἐν τῷ αὐτῷ κόσμῳ τεταγμένον, μετέχον· τὸ τάσις. τὸ εἶναι. νοεῖ ΒΑ. νοηθῇ καν Β. τῷ σωτῆρί