Ancient Greek
200 to 201
Damascius, In Parmenidem 200-201
Unproofread scanNot analysed yet
Τοσαῦτα πρὸς τὸ πρῶτον εἰρήσθω τῶν ἐζητημένων. Πρὸς δὲ τὸ δεύτερον λέγωμεν ὅτι ἡ μὲν νοητὴ ἀκρότης εἰς Θεὸς ἐστί. Εἰ γὰρ καὶ διάκοσμος, ὡς φασί, κρύφιος, ἀλλ’ ἀδιάκριτος καὶ οὐδαμῇ οὐδαμῶς 1ο δαμῶς διωρισμένος καὶ ταύτῃ κρύφιος· ἡ δὲ τρίτη τάξις κόσμος ἤδη ὡς ἀληθῶς εἰς πολλοὺς Θεοὺς νοητοὺς διηρημένος μετὰ τὸν ἕνα, καὶ ἀπὸ τοῦ ἑνὸς προελθόντας, ὡς εἰσόμεθα μικρὸν ὕστερον. Οὗτος μὲν οὖν εἷς, καὶ πολλοὶ τῷ ἑνὶ συννηωμένοι· ὁ δὲ πρῶτος εἷς μονοειδής, ὁ δὲ δεύτερος εἷς πολύχους τε καὶ πολύμορφος, ἢ τρίμορφος, οὔτε διωρισμένος εἰς πολλοὺς Θεούς, οὔτε μονοειδὴς ἔτι ὧν, ἀλλ’ ἤδη μὲν εἰς πλῆθος ἐγειρόμενος, οὕτω δὲ εἰς τοῦτο διακριθεὶς, ἀλλ’ εἰς τὴν ἑαυτοῦ ἐνότητα συναιρῶν τοὺς πολλούς, οὐδὲ πολλοὺς