Ancient Greek
209 to 210
Damascius, In Parmenidem 209-210
Unproofread scanNot analysed yet
ἄπειρον πλῆθος αὐτὸς ὁ τόκος. Ὡς οὖν ἢ μὲν ἀκρότης ἀδιάκριτος, ἢ δὲ μεσότης διακρινομένη, ἢ δὲ ἀποπεράτωσις διακεκριμένη, κατὰ δὲ τὸ ἐν ὄν ἐκάστη, διὰ τοῦτο καὶ ἢ μὲν πλῆθος ἄπειρον ἐγίγνετο, ἢ δὲ ὅλον καὶ μέρη, ἢ δὲ μονοειδὴς ἔνωσις. Μέση γὰρ τῆς τε μονοειδοῦς ἑνώσεως καὶ τῆς ἀπείρου πληθύος ἢ ὁλότης συντελοῦσα ἐν ἑαυτῇ, καὶ οὕπω ἐξω γεννήσασα τὰ οἰκεῖα μέρη· ἐπεὶ καὶ ὅτι διίσταται πρὸς τὸ ἐν, πρὸς τὸ ὄν. Καὶ διὰ τοῦτο ἐν μιᾷ συντάξει ἐκάτερον, καὶ διὰ τοῦτο μέρη· ἀλλ’ ἐπὶ τῶν ὅλων μενόντων, τὰ μέρη πρόεισιν· πάλιν ὁλότης ἢν καθ’ ὅσον οὕπω διέστη, τούτεστιν ἀπέστη τῆς γεννώσης ὁλότητος. Ἐπειδὴ δὲ οὐδὲ ἀπ’ ἀλλήλων πάνυ τι διέστη, διὰ τοῦτο καὶ τὰ μέρη