Ancient Greek
224
Damascius, In Parmenidem 224
Unproofread scanNot analysed yet
τὸν αἰῶνα, ἢ, ὡς πάλιν αὐτός, τὸν μὲν πατέρα, τὴν πρὸ μερῶν ὁλότητα, τὴν δὲ δύναμιν, τὴν ἐκ μερῶν, τὸν δὲ πατρικὸν νοῦν, τὴν ἐν τῷ μέρει, ἢ ὡς μᾶλλον ἂν καὶ αὐτὸς ἀξιώσειέν τε καὶ ἠξίωσεν ἐν τε τούτοις αὐτοῖς, καὶ ἐν τῇ πλατωνικῇ θεολογίᾳ, λέγων ὁλότητα μὲν εἶναι τὴν σύμπασαν τριάδα, ὥσπερ μονάδα, μέρη δὲ τῆς μονάδος