Ancient Greek
253 to 255
Damascius, In Parmenidem 253-255
Unproofread scanNot analysed yet
κινούμενον καὶ ἐστώς, οἷα ἢ τῆς ζωῆς, ἡ δὲ κατὰ τὸ ταὐτὸν καὶ ἕτερον, οἷα ἢ τοῦ νοῦ. Ἐκείνη ἄρα πασῶν ἐστὶ μονὰς ὁλοτήτων· πᾶσαι γὰρ καὶ αὐταὶ ἐν αὐτῇ πεφήνασι συννηρημέναι ἀδιορίστως. Ἐν μὲν τοίνυν τῇ τρίτῃ διακοσμήσει τῶν νοητῶν αὐταὶ αἱ πολλαὶ ὁλότητες ἔνεισι διακεκριμέναι πως ἀπ’ ἄλληλων· κατὰ γὰρ ἄλλο καὶ ἄλλο ἑκάστη· ἐν δὲ τῇ δευτέρᾳ πᾶσαι κατὰ τὴν μίαν ἐστᾶσιν ἀδιορίστως· καὶ ἡ μία πᾶσαι εἰσιν, ὅτι πρὸ πασῶν ἡ ἁπλῶς ἢ ἀπλῶς ὁλότης. ἴσλασιν. ἡ Β. δὲ] δὴ. ων ἑκ τρίτης Β, Καὶ μήποτε κατὰ ἄλλον ἐκδομοῦν τρόπον, ἡ μὲν ἐσῆν ἐκ στοιχείων ὁλότης, ἡ δὲ ἐκ μερῶν· διαφέρει δὲ ὅτι ἡ μὲν διωρισμένα ἔχει τὰ μέρη, ἡ δὲ συνεφθαρμένα, ὡς λόγῳ φάναι, τὰ στοιχεῖα, καθὼ καὶ τὸ ὅν αὐτὸ ὅλον εἶναι δοκεῖ ὡς ἐκ στοιχείων. Μήποτε οὖν τὸ μὲν ὅν ἐκ στοιχείων ἐστὶν ἐν· ὅτι πάντη τῷ ἐνὶ κεκράτηται τὰ στοιχεῖα, ἤδη τε διίσταται πως, καὶ ἤδη οὐσίαι τινές, ἀλλ’ οὐχ ἑνάδες. Βούλεται γὰρ τὰ μέρη καὶ διωρίσθαι πως, καὶ τῷ ὅλῳ ὁμοούσια εἶναι. Διὸ καὶ τῶν οὐσιῶν τὰ