Ancient Greek
257 to 258
Damascius, In Parmenidem 257-258
Unproofread scanNot analysed yet
τὰ μέρη ὁλότητες, ὡς τῆς οὐσίας οὐσίαι; ἢ ὅτι ἡ ὁλότης πρὸς μέρη λέγεται, ἀλλ’ οὐ πρὸς ὁλότητας. Ἀλλ’ ἔδει τὰ μέρη καὶ ὅλα εἶναι τὰ τῆς ὁλότητος· καὶ γάρ ἐστί· καὶ ὅλα, ὡς εἴρηται πρότερον, ἄτε οὐδὲ ἀποσλάντα τοῦ ὅλου, καὶ ὁλότης μᾶλλον τὸ συναμφότερον ἢ ὅλον ἑκάτερον· κρεῖτλον δὲ ἢ τοῦ συναμφοτέρου χωρίς· ὥστε καὶ τὰ μέρη ὁλότητες τῆς πρώτης ὁλότητος· αὕτη γάρ ἐστί τὰ μέρη αὐτῆς, ὅτι οὕπω διεσῆν τὰ μέρη ἀπ’ αὐτῆς, ὡς εἴρηται. ἔνατον ἐπὶ τούτοις ἐζητεῖτο πῶς ἐκ δυεῖν μορίων τὸ ὅλον ἐν τοῖς νοητοῖς, καίτοι προϊδὼν αὐτὸς ὁ Παρμενίδης, τὸ ὅλον ἐκ τριῶν ὁρίζεται· ἢ, ὡς φησί, καὶ τὸ νοητὸν ὅλον ἐκ τριῶν, ὅτι μέση τοῦ ἐνὸς καὶ τοῦ ὄντος ἡ