Ancient Greek
269
Damascius, In Parmenidem 269
Unproofread scanNot analysed yet
οὐ τοῦτο τὸ ἕν ἢ ὁλότης ἐστὶ ἀεπονθυῖα. Μήποτε οὖν ἄμεινον λέγειν ἔτι ἢ ἕνωσις τῆς πρώτης τριάδος ἐγγενομένη τῇ δευτέρᾳ ὁλότητα αὐτὴν ἐποίησε. Τὸ γὰρ διασλὰν ταύτης ὑπ’ ἐκείνης ὡς νοητῆς ἐνώσεως, πανταχοῦ τοῦ νοητοῦ διαφοιτώσης κρατούμενον, ὁλότητα ἐκείνης τὸ κράτος ἀπέφηνεν. Οὕτω μὲν εἰ μέρη τὸ ἕν, καὶ τὸ ὄν· εἰ δὲ ὁ πατὴρ τὴν τῆς ὁλότητος ἰδιότητα