Ancient Greek
280
Damascius, In Parmenidem 280
Unproofread scanNot analysed yet
οὐσιώδης τέ ἐστιν ἡ ζωὴ καὶ ὁ αἰών, ὡς οὐσίας συναγωγέας. Εἰ δὲ τὸ ἀεὶ οἷον βίος ἐστὶ τῆς οὐσίας, καὶ ζωὴ οὐσίας, εἴη ἄν καὶ ὡς ζωῆς οὕτω συναγωγέας· καὶ γὰρ τὸ ἀεὶ εἶναι ζῶσα εἶναι βούλεται οὐσία· ὁ δὲ συνοχεύς οὔτε εἰς ἕν καὶ ἀμερές, ἀλλ’ εἰς μόνην συνέχειαν καὶ τὴν πρὸς ἄλληλα συναφὴν τὰ πολλά συνάγει·