Ancient Greek
287 to 289
Damascius, In Parmenidem 287-289
Unproofread scanNot analysed yet
ὁ Παρμενίδης, ἐκεῖ μὲν τῷ ὁλικωτέρῳ συναναιρῶν τὸ μερικώτερον, ἐνταῦθα δὲ τῷ αἰτίῳ συμπροάγων τὸ αἰτιατόν· ἐθάρρει γὰρ τῇ ἀκινήτῳ δυνάμει τῆς αἰτίας, ὡς εἰ παρείη καὶ τὸ ἀπ’ αὐτῆς παρεσόμενον, ὡς εἴ τις βουλόμενος δεῖξαι ἡμέραν ἐπιδείξειεν ἀνατείλαντα τὸν ἥλιον· ἐπὶ γὰρ τῶν ἀναγκαίων πραγμάτων αὕτη φύσις ἐσλίν· ὅ καὶ δῆλον ὅτι οὐ λογικεύεται ὁ Πλάτων, ἀλλὰ δι’ δι' αὐτῆς χωρεῖ τῆς τῶν ὄντων ἀληθείας. Ἐπὶ δὲ καὶ ἐπιστήμης ἴδιον τὸ ἀπὸ τῶν αἰτιῶν ἀποδεικνύναι τὰ αἰτιατά· ἀθάνατος γὰρ <ἡ ψυχή>, εἰ αὐτοκίνητος, καὶ εἰ ἔστι πρόνοια, κολάζονται οἱ πονηροί. Τὸ δὲ αὐ τρίτον, μιμεῖται ὁ λόγος τὴν τῶν ὄντων διακόσμησιν, ἐν ᾗ πρῶτα τὰ ὁλικώτερα πρόεισι τῶν μερικωτέρων, καὶ τὰ μερικώτερα ἔχεται τῶν ὀλιχωτέρων. Πρὸς δὲ τὸ δεύτερον, ἐν μὲν ὅτι δυὰς πρὸ τριάδος· ἡ μὲν δὴ τριάς πολλὰ ἦδη· ἡ μέντοι δυὰς οὔπω μὲν πολλά, ὅλον δὲ καὶ μέρη πάντως. Ἕτερον δὲ τὸ ὅλον καὶ μέρη καὶ τῷ παντὶ πλήθει ὑπάρχει, εἴπερ οὐκ ἄπειρον τῷ πόσῳ τὸ πλήθος, ὡς δεῖξομεν, καὶ ἑκάστῳ τῶν πολλῶν, εἴπερ καὶ ἑκάστου ὅλον καὶ μέρη, ὡς φησιν ὁ