Ancient Greek
294
Damascius, In Parmenidem 294
Unproofread scanNot analysed yet
ἑκάστου ἐστὶν οὐσιώδες. Καὶ εἰ γενητὸν τὸ εἶδος, ἢ μὲν διακεκριμένον, εἶδος γενητόν, ἢ δὲ διακρινόμενον, ὅλον γενητόν, ἢ δὲ ἀδιάκριτον, ὃν μόνον, ὅτι ἐν διακρίσει καὶ μερισμῷ πάντως ἢ γένεσις· τὸ δὲ ὃν ἀδιάκριτον· πανταχοῦ δὲ τὸ ὅλον πῶς μὲν γενητόν, πῶς δὲ οὔ· καὶ γὰρ πῶς μὲν ἔχρονον, πῶς δὲ οὔ. Ἡ μὲν ὑπέρκειται τῆς διακρίσεως, ἔχρονον, ἢ