Ancient Greek
30 to 31
Damascius, In Parmenidem 30-31
Unproofread scanNot analysed yet
καὶ ὂν ταύτης ἐξηρτημένον· ἐν ὃν γὰρ ὅλον ὁμοῦ τὸ νοητὸν κατὰ Παρμενίδην, καὶ οὐ διέστη εἰς ἡγούμενον καὶ ἐπόμενον· ὅπου γε καὶ ὅπως οὖν διασλάν, ὅλον ἐγένετο καὶ μέρη τοῦ ὅλου, τὸ ἦν καὶ τὸ ὄν. Ἀλλ’ οὐ τὸ μὲν ὄχημα, τὸ δὲ ὄχούμενον· ὥστε εἰ προΐοι τὸ νοητὸν ὅπου, πανταχοῦ ἐν ὂν προελεύσεται, ἀλλ’ οὐκ ὂν πρὸ ζωῆς, καὶ μετὰ ταῦτα τῆς ἑνάδος μιᾶς ἐξημμένον, οὐδὲ ὅλως ἐκεῖ τὸ μεθεκτόν, ἢ ἀμέθεκτον· ὡς ὑπὸ οὐσίας ἐξαπλομένης ζητητέον. Ἐν ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς, ἡ τοιάδε ἄρχεται συνάρτησις, ὅπου ὁ οὐσιώδης ἀριθμὸς συμπαρατείνεται τοῦ ἐνιαίου. Οὐκ ἄρα ἐν τούτοις ἐστὶ μοῖρά μεθεκτόν αἰοῦ Α ΒΑ. ἀμέθεκτον μάλιστα συνηρημένον ἥττον μεθεκτόν ἐν τῷ ὄντι ἐν οὐσία