Ancient Greek
302
Damascius, In Parmenidem 302
Unproofread scanNot analysed yet
ἄλλο μετ’ ἐκείνην προῆλθεν. Ἐπειδή δὲ καὶ τὸ ὅλον νοητὸν ἡνωμένον ἦν, καὶ εἰς ἑαυτὸ συνεστραμμένον καὶ συνεσπειραμένον. Ἔδει καὶ δευτέρας μεταβάσεως εἰς τὸ προελθεῖν πάντας ἤδη τοὺς θείους ἀριθμούς. Διὰ τοῦτο καὶ ταύτης ἀρχόμενος τῆς τάξεως, ἀρχὴν ἴδιον ἐνεσήσατο· καὶ ὡς μὲν ἀπλῶς προόδου, ἐκείνη ἀρχή, ὡς δὲ τῆς διακεκριμένης, αὕτη, καὶ ὡς μὲν νοητῆς, ἐκείνη, ὡς δὲ νοερᾶς,