Ancient Greek
306
Damascius, In Parmenidem 306
Unproofread scanNot analysed yet
οὐκέτι μένει ἀπαράλλακτον αὐτὸ πρὸς ἑαυτό, ἀλλὰ συνδιίσταται ὡς τοῖς μέρεσιν καὶ συνεπικλίνει πρὸς ἕκαστον κατὰ σχέσιν καὶ τοσαύτας σχέσεις ὅσα τὰ μέρη. Τοιγαροῦν ὡς μὲν ἔχον μέρος τὸ ἕν, εἴη ἂν ἐν ὂν, ὡς δὲ τὸ ὂν, ὂν ἕν. Διὸ οὐ μόνον ἐδιπλασίασεν, ἀλλὰ καὶ ἀνεδιπλασίασεν, τὴν διπλόην τῆς ὁλότητος ἐνδεικνύμενος. Ἔτι δὲ καὶ ὧδε λεκτέον ὅτι οὐ καθ’