Ancient Greek
311
Damascius, In Parmenidem 311
Unproofread scanNot analysed yet
εἰ μὴ καὶ μᾶλλον τό τε ἐν ἐν τῷ ὄντι καὶ τὸ ὂν ἐν τῷ ἐνὶ δείκνυσιν. ἔτι δὲ καὶ τέταρτον λέγεις ὅτι τὸ ὂν τοῦ ἑνὸς ὄντος, ἐπειδὴ τοῦ ἑνὸς ἔχεται ἀεὶ τοῦτο τὸ ὂν καὶ τὸ ἐν τοῦ ὄντος ἑνός· ὅτι καὶ τοῦτο ἀεὶ τοῦ ὄντος ἔχεται κατὰ τὴν νοητὴν ἑνωσιν, τελειότερον ποιήσεις τὸν ὑπ’ αὐτοῦ ρηθέντα λόγον