Ancient Greek
319
Damascius, In Parmenidem 319
Unproofread scanNot analysed yet
καὶ μέρη· εἰ καὶ προηγουμένην μὲν τὴν τῶν μερῶν, ἐπομένην δὲ τὴν τοῦ ὅλου πεποίηται διδασκαλίαν, ἐναργείας εἵνεκα μερίσας τὸν λόγον ἕνα ὄντα κατὰ φύσιν. Τί οὖν πρὸς τὸ ἕβδομον; τί δὲ ἕτερον ἢ ὅτι ἐνδείκνυται ὡς τὸ ἓν εὐθὺς, καὶ ἓν καὶ μέρη, οὐ δύο μᾶλλον ἢ ἕτερον· ἄλλως τε καὶ ἐν τῇ δευτέρᾳ τάξει τῶν νοητῶν ὁμοῦ τὰ