Ancient Greek
321
Damascius, In Parmenidem 321
Unproofread scanNot analysed yet
αὐτῆς πρόεισιν, ὡς ἐκείνη ἐκ τῆς πρὸ αὐτῆς. Ἕτερον δέ, διὰ τί ἡ ὁλότης αὐτῆς ἐξ ὅλων ἔστι τῶν μορίων ἐκάτερου, καὶ τοῦτο ἀεὶ. Τρίτον, πῶς καὶ τὸ ἓν εὐθὺς ὄν, καὶ τὸ ὂν εὐθὺς ἓν, ὥστε ὅλον εἶναι μόριον ἐκάτερον. Τέταρτον, εἰ ἔστιν ἄτομον εἶδος ἐν τῷ νοητῷ· καὶ τί ἂν εἴη τοῦτο, εἴπερ ἐπ’ ἄπειρον, ὃ ἂν λάβῃς