Ancient Greek
34
Damascius, In Parmenidem 34
Unproofread scanNot analysed yet
δὲ προσυφαίνεται καὶ ὄχημα, γίνεται τῆς οὐσίας, ἀλλ’ οὐχὶ τοῦ ἑνὸς αὐτοῦθεν, ἐπεὶ καὶ τὸ σῶμα τῆς ψυχῆς ὄχημα, ἀλλ’ οὐχὶ τῆς οὐσίας προηγουμένως. Ὁ μὲν οὐσιώδης ἀριθμὸς ἄρα τῷ ἑνὶ συνέζευκται ὁμοφύως, τῷ δὲ οὐσιώδει, κατὰ ἕτερα, ὁ ψυχικὸς, καὶ τούτῳ ὁ σωματικός. Οὐκοῦν ἓν μὲν τοῖς νοητοῖς οὐδὲ ἕστιν τὸ οὕτω συνηρτημένον πλήρωμα· ἓν δὲ τοῖς αἰσθηταῖς ἀπασιν,