Ancient Greek
340 to 341
Damascius, In Parmenidem 340-341
Unproofread scanNot analysed yet
μὲν ἕν, τὸ δὲ ὅν, καίτοι ὅν καὶ τὸ ἕτερον. Καὶ γὰρ εἰ μερίζοιτο ἀπὸ τοῦ ὅλου, ἀλλ’ ὅλον ἀφ’ ὅλου μερίζεται, καὶ ὅλον μένει μετὰ τὸ ὅλον μέρος ἑκάτερον. Οὕτω καὶ ὁ μέγας Ἰάμβλιχος ἐνόησεν τὸ ἕν ὅν ἐν μέρει ἑκάτερον, κατὰ τὸ πάντη ἡνωμένον, καὶ ἀδιάκριτον τῆς νοητῆς γεννήσεως. Ἄλλ’ ἐπὶ τούτοις ἦν τέταρτον, ὅπως ἐκεῖ τὸ ἄτομον· εἰ γὰρ διαίρεσις, φησίν, ἄχρι τῶν νοητῶν ἀτόμων, ἃ καὶ αὐτὰ διαιρεῖται ἐπ’ ἄπειρον, ἐπεὶ καὶ τὸν κύκλον ἀνεξέλικτον εἶναι ταῖς ἡμετέραις ἐπιβολαῖς. Τίς γὰρ ἂν διεξέλθοι πάντα ὅσα τῷ κύκλῳ συνέβηκεν; Οὕτως οὖν ἄτομον καὶ τὸ ἐκεῖ, ὡς μορίων ὅσον, καὶ οὔποτε παῦλαν ἔχον τῆς διαιρέσεως· ἀλλ’ οὐδὲ τοῦτο ἐξαίρετον τῆς νοητῆς φύσεως, εἴπερ καὶ ὁ