Ancient Greek
353 to 354
Damascius, In Parmenidem 353-354
Unproofread scanNot analysed yet
τὸ μόριον τοῦ μορίου, οὐκ ἔστι νοητὸν σωθησόμενον, εἴπερ τὸ νοητὸν ἐν ὃν ὁμοῦ καὶ ἡνωμένον, καὶ ἀεὶ ὅλον πανταχοῦ τὸ αὐτό· κἂν ἐπ’ ἄπειρον διέλῃς τὸ ἐν ὃν, εὑρίσκεις οὐχ ὅτι διαιρέσεις ἐπ’ ἄπειρον, οὐδὲ γὰρ τὸ σῶμα, ἀλλ’ ὅτι κατὰ πᾶσαν διαίρεσιν ἀπαντᾶ τὸ ἐν ὃν· ὡς εἰ καὶ τὸ μέγεθος, καὶ ὡς ἐκεῖνο διηρημένον εἰς πεπερασμένα δημιουργικαῖς τομαῖς· ὅμως ἐπ’ ἀπειρόν ἐστι διαιρετὸν κατὰ τὴν ἑαυτοῦ φύσιν· οὕτω καὶ τὸ νοητὸν προῆλθεν μὲν εἰς πλῆθος πεπερασμένον, καὶ παντὸς ἄλλου πλήθους ἐνοειδέστερον, ἄτε διηρημένον νοηταῖς καὶ ταῖς πρωτίσταις τομαῖς. Ἄλλ’ ὅμως ὅλον δι’ ὅλου νοητόν, τουτἔστιν το έσλιν ἀειμερισλόν, εἰς τὸ ἀμέριστον· καὶ πανταχοῦ ἐν ὃν παραφαινόμενον, τουτέστιν ὅλον καὶ μέρη. Καὶ πῶς, εἰ πέφυκεν