Ancient Greek
359
Damascius, In Parmenidem 359
Unproofread scanNot analysed yet
καίτοι καὶ πεπερασμένου ὄντος, οὕτω καὶ τὸ νοητὸν χαρακτηρίζει τὸ ἐπ’ ἄπειρον διαιρεῖσθαι, ὡς ἀεὶ ὅλον καὶ μέρη, καὶ ἀεὶ γε ἐν ὅν, καὶ ἐν τῇδε τῇ ἰδέᾳ τὸ οἰκεῖον πέρας ἀπειληφός. Ἔξδομον τοίνυν ὁ Τίμαιος, φησί, τριάδα ποιεῖ, τὴν διακόσμησιν ταύτην, τὸ μὲν ἐν ζῷον πατέρα ποιῶν, τὸν δὲ ἀριθμὸν τῶν νοητῶν ζῴων ὅσα περιείληφεν τὸ αὐτοζῷον, τὸν πατρικὸν