Ancient Greek
382 to 385
Damascius, In Parmenidem 382-385
Unproofread scanNot analysed yet
ὁλοτήτων, ἐκ δυεῖν ἐστιν μερῶν, αὕτη δὲ ἐξ ἀπείρων ἢ πλειόνων τὸ γε ἀληθέστερον εἰπεῖν, ἀλλὰ καὶ τῶν πλείστων ὡς ἐν τοῖς νοητοῖς. Καὶ μήποτε ἐκείνη μὲν ὁλότης μόνον, αὕτη δὲ καὶ πρὸς τῇ ὁλότητι παντότης, ἐκ πλειόνων γὰρ ἢ δυεῖν ἡ παντότης, καὶ ἐσὶν οἷον διηρημένη ὁλότης, ἐκείνη δὲ ἀδιαίρετος· καὶ ἐκείνη μὲν ἀπλῶς ὁλότης, αὕτη δὲ συνεχὴς ἄμα καὶ διωρισμένη· καὶ πᾶσαι ἀπλῶς αἱ ὁλότητες ἐν αὐτῇ διαφανεῖς, ἐκεῖ δὲ μία αἱ πᾶσαι ἀδιακρίτως. Ζητητέον καὶ τάδε κατὰ τὴν λέξιν. Πρῶτον μέν, πῶς τὸ ἓν ὅν καὶ τὰ μόρια αὐτοῦ καὶ ἐν τῇ τρίτῃ τάξει ὑπέθετο ὡς τὸ αὐτὸ λέγων· «Τί οὖν; τῶν μορίων ἑκάτερον τούτων, τὸ τε ἓν καὶ τὸ ὄν;» τὸ γὰρ τούτων προστεθὲν ἀναφορὰν ποιεῖται πρὸς τὴν πρὸ αὐτῆς. Δεύτερον δέ, διὰ τί τὸ ἐλάχιστον προσέθηκεν. «Καὶ γίγνεται τὸ ἐλάχιστον ἐκ> δυοῖν αὐ μορίων τὸ μόριον.» Τίνα γὰρ ἂν καὶ ἐγένετο πλείονα δυοῖν μόνοιν ὄντοι, τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος; Τρίτον δὲ πῶς ζητοῦν· «Ἄρα ἀπολίπεσθον ἢ τὸ ἓν τοῦ <ὄντος> εἶναι μόριον, ἢ τὸ ὄν τοῦ ἑνὸς μορίου;» ἔδει γὰρ φάναι· ὥσπερ τὸ ὄν τοῦ ἑνὸς μορίου μὴ ἀπολείπεσθαι, οὕτω καὶ τὸ ἓν τοῦ εἶναι μορίου· ὁ δὲ τοῦ εἶναι μόριον ἔφατο. Καὶ ἐπὶ τούτοις τέταρτον, διὰ τί συνεχεῖ τῷ ἀεὶ καὶ τῷ γίγνεσθαι κέχρηται. Καὶ ἔτι γε πέμπτον, διὰ τί τῇ δυάδι προάγει τὸ ἄπειρον πλήθος, ἀλλ’ οὐ κατὰ μείζονά τινα ἀριθμόν. Λεγέσθω μὲν δή