Ancient Greek
387
Damascius, In Parmenidem 387
Unproofread scanNot analysed yet
ἐκείνης ἐπ’ ἄπειρον οὔσης διαιρετῆς, ἀλλ’ οὐκ εἰς ἄπειρα διηρημένης· ὡς εἴ τις εἴποι καὶ τὸ μέγεθος ἀεὶ διαιρούμενον ἢ δύο γιγνόμενον μηδέποτε παύεσθαι. Διὸ καὶ ἐπήγαγεν· Οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος, οὕτω τὸ ἐν ὃν εἴη· Τὸ γὰρ οὕτω σημαίνει τὸν εἰρημένον τρόπον τῆς ἰδιότητος, ἵνα μὴ οἰηθῇ τις καὶ τὸ ποσὸν ἄπειρον εἶναι τοῦ πλήθους. Πρὸς δὲ