Ancient Greek
389 to 390
Damascius, In Parmenidem 389-390
Unproofread scanNot analysed yet
μόριον· ἀεὶ γὰρ ἐν τι ὂν συνέζευκταί τινι οὐσία· διὰ τὸ ἄρα εἶναι μόριον, διὰ τοῦτο οὐκ ἀπολείπεται τοῦ ὄντος μορίου. Ἔασας οὖν τὸ ἀκόλουθον εἰπεῖν πρὸς τὴν λέξιν, ἀντὶ τούτου τὴν ἀπόδειξιν παρέλαβεν. Ἵσως δὲ καὶ διτλῆς οὔσης συζυγίας ἐκατέρας, τὸ ἕτερον μόνον παρέθετο, τῆς μὲν τὸ ἐν μόριον λεγούσης καὶ τὸ ὂν μόριον, τῆς δὲ τὸ ὂν οὐκ ἀπολείπεται μορίου τοῦ ἑνός· καὶ τὸ ἐν οὐκ ἀπολείπεται μορίου τοῦ ὄντος, καὶ ἐξ ἑκατέρας τὸ ἐναργέστερον. Τάχα δὲ ἀγκύλως τε καὶ συντόμως ἐκεῖνο βούλεται λέγειν ὡς οὐκ ἀπολείπεται οὔτε τὸ ἐν τοῦ εἶναι μόριον τοῦ ὄντος, οὔτε τὸ ὂν τοῦ ἑνὸς εἶναι μόριον· ἑκατέρου δὲ μορίου ὄντος, τὸ μόριον γίνεται. Ἔδει οὖν καὶ ὅτι μόριον εἰπεῖν καὶ