Ancient Greek
398
Damascius, In Parmenidem 398
Unproofread scanNot analysed yet
δὲ δευτέρα, δυάς· ὅλον γὰρ καὶ μέρη· ἡ τοίνυν τρίτη ἐξ ἀμφοῖν ῥεύσει τε κατὰ φύσιν, ἀπὸ μονάδος ὁδεύουσα διὰ δυάδος ἐς τὸ ἄπειρον πλῆθος. Ἕτερον δέ, ὅτι οὐδέπω ἦν ἐν τοῖς νοητοῖς ἀριθμός· ἐκφαίνεται γὰρ ἀπὸ τῆς μετ’ αὐτὴν τάξεως. Ἄλλ’ εἴπερ ἄρα αἱ ἀρχαὶ τοῦ ἀριθμοῦ μονὰς καὶ δυάς, ἴσως δὲ καὶ τριάς καὶ τετράς, ὡς ἀρχαὶ καὶ