Ancient Greek
4
Damascius, In Parmenidem 4
Unproofread scanNot analysed yet
γὰρ τὸ διδόμενον οἷον μετέχεται ὁ ἐν οὐρανῷ ἥλιος κατὰ τὸ ὑπ’ αὐτοῦ ἐνδιδόμενον φῶς τοῖς ἡμετέροις ὀμμασι· μετεχόμενον δὲ ὅμως καὶ τὸ διδόμενον, καὶ μετέχειν ἑκατέρου λέγομεν τὸ μετέχον τοῦ μέν ὡς ἐπὶ ἄλλο μετὰ ἄλλο καὶ ἀπὸ ἄλλου προϊόντος, τοῦ δὲ ὡς διδόντος ἄλλῳ τὴν ἑαυτοῦ μεθ’ ἑαυτὸ ἰδιότητα. Τοσαῦτα μέν περὶ τοῦ ὀνόματος. Ὅτι μεθέξεως. τί ἐσλι