Ancient Greek
401 to 404
Damascius, In Parmenidem 401-404
Unproofread scanNot analysed yet
διὰ τί τὸ ὅλον τὸ νοητὸν τοῖς τρισὶ βήμασι τούτοις προἤγαγεν, ἑνὶ ὄντι, ὅλῳ καὶ μέρεσιν, ἀπείρῳ πλήθει. Τρίτον, πῶς νοητέον τὰς τρεῖς ταύτας διαφοράς, πότερον ὡς οὐσίας ἰδιότητάς τινας, ἢ τινα ἄλλον σεμνότερον τρόπον. Ῥητέον δὴ πρὸς μὲν τὸ πρῶτον ὅτι κοινὴ τοῦ παντὸς οὐσία ἐστὶ νοητοῦ τὸ ἕν ὄν, οὐ χωριζόμενον τοῦ ἑτέρου τὸ ἕτερον, ἀλλὰ συμπεφυκὸς ὡς ἕνωμένον, μένον, μᾶλλον δὲ ὡς ἕν τὸ συναμφότερον, οὐ διακρινομένης τῆς τοῦ ὄντος φύσεως ἀπὸ τῆς τοῦ ἑνός. Ἀλλὰ καὶ εἴ τις εἰς τὸ ὄν ἀποβλέψειεν, οὐκ ὄν ὁρώμενον, ἀλλὰ μᾶλλον ἕν, οὐδὲ ὡς γέννημα τὸ ὄν τοῦ ἑνός, ἀλλ’ ὡς αἰτία ἐν τῷ ἐνὶ τοῦ ὄντος. Τοιαύτης δὲ οὔσης τῆς κοινῆς οὐσίας, ἡ μὲν πρώτη παντάπασιν ἐστὶν ἀδιάστατος, καὶ τὸ ἕν ἔχει κρυπτόμενον ἐν τῷ μυχῷ τοῦ ἑνός· ἡ δὴ δευτέρα τέρα ἄρχεται διακρίνεσθαι καὶ προβάλλειν τὸ ὄν· ἡ δὲ τρίτη προέβαλεν μὲν ἤδη τὸ ὄν, κατέχει δὲ αὐτὸ συμφῶς· οὐδὲ ἀφίησιν ἀφ’ ἑαυτοῦ τὸ ἕν προελθεῖν. Ἀλλὰ κἂν προέλθῃ, πανταχοῦ αὐτῷ συμπροϊὸν καὶ συναναφαινόμενον, ὡς πᾶσαν μὲν ἕνωσιν, εἶναι τοῖν δυεῖν, ἀλλὰ τὴν μὲν πρώτην ἕνωσιν ἀδιάκριτον, τὴν δὲ δευτέραν ἕνωσιν διακρινομένην, τὴν δὲ τρίτην ἕνωσιν διακεκριμένην, ν. κεκριμένην, ὡς διακεκρίσθαι τὴν ἕνωσιν, εἴποι τις ἂν σωφρονέστερον. Πρὸς τοίνυν τὸ δεύτερον ἐροῦμεν ὅτι πᾶς διάκοσμος καὶ πᾶν εἶδος, ἐφ’ ἑαυτοῦ ἕκαστον ὁρώμενον ἀπὸ τῆς μονοειδοῦς ἀρχῆς, διὰ τῆς δυειδοῦς μεσότητος εἰς τὸ ἄπειρον ἑαυτοῦ πρόεισιν πλήθος, ἐφ’ ὅσον ἕκαστον μερίζεσθαι πέφυκεν τὸν ἔσχατον