Ancient Greek
413 to 414
Damascius, In Parmenidem 413-414
Unproofread scanNot analysed yet
καταδέξασθαι τὴν τῶν αἰτίων παντοφυῆ μονάδα· ᾧ καὶ δῆλον ὅτι τὸ ἄπειρον πλῆθος οὐκ ἐσλιν ἰδιότης μία τοῦ ὄντος, ἀλλὰ πᾶν τὸ ὂν πεπληθυσμένον καὶ τὸ ὅλον καὶ μέρη, ἅπαν τὸ ὂν ἠνωμένον, καὶ οὐδὲν οὐδενὶ λείπει μέρος τῆς οὐσίας· οὐ δὴ τὸ μὲν ἐπικρατεῖ, τὸ δὲ ἐλαττοῦται, ὡς ἐν τοῖς ἐξῆς καὶ τοῖς μάλιστα ὅλοις εἶναι πηγαίοις δοκοῦσιν. Ἀλλὰ καὶ τὰ τρία μία οὐσία ἡνωμένη τε ἡ αὐτή, καὶ πλῆθυομένη, καὶ πεπληθυσμένη, τοσοῦτον εἰς τὰ τρία διασῖᾶσα, ὅσον οὐσία μεῖναι μόνον, ἄλλο δὲ μηδὲν προσλαβεῖν ἰδίωμα μερικόν. Τὸ γὰρ ἡνωμένον καὶ τὸ πληθυόμενον καὶ τὸ πεπληθυσμένον, ὅλη τε συμπαραγίνεται, καὶ ἀπ’ αὐτῆς ἀρξάμενον τὸ τριττὸν τοῦτο τῆς ὑποστάσεως διὰ πάντων ἐχάρισεν τῶν ἐφεξῆς διακόσμων τε