Ancient Greek
430
Damascius, In Parmenidem 430
Unproofread scanNot analysed yet
ἐκ τῶν τριῶν οἷον στοιχείων. Καὶ αὗται εἰσιν αἱ τρεῖς τριάδες ἃς ὑποτίθεται γιγνομένας ὁ Παρμενίδης. Καὶ εἴπερ μὴ παίζει ἢ μαθητικεύεται, οὐκ ἂν μάτην ἀντιστρέφοι τὰς τρεῖς τριάδας ὡς τὴν μίαν ποιῶν, ἀλλὰ τρεῖς ὑποστάσεις ἡμῖν εἰσηγεῖται. Τοῦτο μὲν δὴ καὶ αὐτὸς καλῶς ἐδοκίμασεν. Δεῖ δὲ καὶ τοῖς πράγμασι προσέχειν τὸν νοῦν. Εἰ τοίνυν τρεῖς αἱ ἰδιότητες, καὶ πανταχοῦ