Ancient Greek
432
Damascius, In Parmenidem 432
Unproofread scanNot analysed yet
ἑτερότητα καὶ τὰ ἄλλα συνηρκεῦσαι. Ἔτι δὲ εἰ μὲν ἐπίσης αἱ ἰδιότητες ἦσαν ὁμοῦ, τάχα ἂν ἦν ἐκ πασῶν μία μονάς. Νῦν δὲ κατ’ ἐπικράτειαν, ἐν τῇ μιᾷ αἱ ἄλλαι· τρεῖς ἄρα φύσεις αἱ πᾶσαι προῆλθον. Ἔτι δὲ ἡ ἐν τῷ νοητῷ δύναμις ἴδιος μέση ἐνὰς. Αὕτη δὲ ἐσὶν ὑποβᾶσα ἡ ἑτερότης· καὶ αὕτη ἄρα ἑνὰς αὐτοτελῆς. Ἀλλὰ μὴν