Ancient Greek
446 to 448
Damascius, In Parmenidem 446-448
Unproofread scanNot analysed yet
ἤδη ἐροῦμεν ὅτι καὶ ὁ ἀριθμὸς διπλός, ὁ μὲν κατ’ ἰδιότητα μόνην ὁράμενος, ὅτι οὔποτέ ἐσθιν· ὁ δὲ κατ’ ἐπικράτειαν ἐν οὐσία αὐτοτελεῖ καὶ ὑποσίᾳσει, καθάπερ ἡ ἑτερότης. Ὅπου μὲν γὰρ ἑτερότης, ἐνταῦθα γεννᾶται καὶ ἀριθμός· ὅπου δὲ μάλιστα καὶ ὁ ἀριθμός, ἐκεῖ καὶ ἡ ἑτερότης. Οὐκοῦν καὶ ἐν τῷ ἐνὶ ἤν καὶ τῷ ὄντι ἡ ἑτερότης· ὥστε καὶ ἑνιαῖος ἐστὶ καὶ οὐσιώδης ἀριθμὸς ἐν τῇ μονάδι τοῦ ἐνὸς καὶ ἐν τῇ μονάδι τοῦ ὄντος (λέγω δὲ τοῦ ἑνιαίου δηλαδὴ ὄντος). Ἀνάγκη ἄρα καὶ ἐν τῇ μονάδι τῆς ἑτερότητος εἶναι ἀριθμὸν τινα ἴδιον· καὶ ἐπειδή μάλιστα ἡ ἑτερότης ἐν ταύτῃ κρατεῖ, διὰ τοῦτο μάλιστα ἐνταῦθα καὶ ὁ ἀριθμὸς ἐμφανής. Καὶ ὡς ἐν ἐκείνοις μὲν ἡ ἑτερότης οἷον σπερόνθησις, ἐν δὲ τῇ ἑτερότητι ἐκεῖνα ὡς σάθη διὰ τὴν ἐπικράτειαν τῶν ἰδιοτήτων, τὰ συνόντα ἔχουσιν, ὡς στοιχεῖα καὶ σάθη, τὸν αὐτὸν δὴ τρόπον ἐν μὲν τοῖς ἄλλοις ὁ ἀριθμὸς ἐν μέρει καὶ ὡς στοιχεῖον, ἐν δὲ τῷ ἀριθμῷ τὰ ἄλλα πληρώματα τῆς ἀριθμητικῆς εἰδοποιίας. Ἔτι γε μὴν καὶ ἐκεῖνο διοριστέον, ὅτι ὁ ἀριθμὸς ὅλος ὁ μὲν πρὸς ὁς