Ancient Greek
45
Damascius, In Parmenidem 45
Unproofread scanNot analysed yet
καὶ ψυχικῶν οἱ ἀπόλυτοι ψυχικοὶ μὲν ὄντες, προϊστάμενοι δὲ ἄλλως καὶ οἷον πόρρωθεν καὶ τῶν σωματικῶν μερίδων τοῦ παντός· μέσοι δὲ τῶν τε ψυχικῶν καὶ νοερῶν εἶεν ἂν οἱ κατὰ νοῦν ὑφεστώτες· ἡγούμενοι δὲ πλειόνων ψυχῶν οὐ ψυχικῶς, ἀλλὰ νοερῶς, ὡς ἐκεῖνοι τῶν σωμάτων ψυχικῶς μόνον. Ἐπεζητεῖ δὲ ὁ λόγος εἰ τινες εἶεν καὶ νόων ἡγούμενοι ὁμοῦ πλειόνων· εἰ δ’