Ancient Greek
464
Damascius, In Parmenidem 464
Unproofread scanNot analysed yet
ἑκάστης τῶν εἰρημένων ἀντιθέσεων τὸ συναμφότερον ἀληθέστερον. Τί οὖν πρὸς τὸ τέταρτον ἐροῦμεν; ἢ ὅτι πᾶσα μονὰς γεννητικὴ ἐστὶν ἀριθμοῦ· καὶ πᾶν τὸ γεννᾶν μεταδίδωσιν τοῖς γεννήμασι τῆς ἑαυτοῦ ἰδιότητος· καθ' ἣν κοινὴν οὖσαν ἐκεῖνα συμβλητὰ ἐστὶ πρὸς τε ἀλλήλα καὶ πρὸς τὴν μονάδα· συμβλητὰ γὰρ ἐστὶ τὰ τῆς αὐτῆς ὁμογενοῦς κοινωνοῦντα φύσεως· οὐ γὰρ λευκότης γραμμὴ, ἀλλ' ἑτέρα γραμμὴ