Ancient Greek
474
Damascius, In Parmenidem 474
Unproofread scanNot analysed yet
γένει μέρη, ἄμα ἄρα καὶ ἐκ συμβλητῶν καὶ ἐξ ἀδιαιρέτων μονάδων ὁ ἀριθμός. Ἄρα οὖν οὕτως ἂν εἴη τοῦ ἀριθμοῦ ὁ ὁρισμὸς πλῆθος ἀδιαιρέτων μονάδων καὶ συμβλητῶν, τὸ ἐξ ἀσυμβλητῶν πλῆθος ἐκβάλλων τῶν μερῶν τοῦ συνεχούς; ἐκεῖνα γὰρ καὶ συμβλητὰ ἐσίν καὶ ἐπ’ ἄπειρον διαιρετά. Ἔτι οὖν τὸ ἀνομοιομερὲς συνεχὲς οὐκ ἐκ συμβλητῶν μὲν κατὰ τὸ συνεχές, ἐξ