Ancient Greek
492
Damascius, In Parmenidem 492
Unproofread scanNot analysed yet
ὥστε καὶ ταὐτὸν καὶ ἕτερον, εἰ καὶ πλεονάζει καὶ ἐπικρατεῖ τὸ κρεῖττον τῶν ἀντιθέσεων. Ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς, ἕνωσις μὲν ὑφεῖται, ν. ται, διάκρισις δὲ ἐκφαίνεται, καὶ τὰ ἄλλα ὁμοίως. Ἔχουσι γοῦν καὶ τὸ πατρικὸν αἱ ἕγγες, ὡς τὰ λόγια μαρτυρεῖ, εἰ καὶ μᾶλλον δύναμις λέγονται τοῦ πατρός. Ἐκατέρωθι ἄρα ἡ ὅλη ἀντίθεσις ὁμοταγής· ὥστε καὶ κρύφιος