Ancient Greek
494 to 495
Damascius, In Parmenidem 494-495
Unproofread scanNot analysed yet
ἀντικειμένη τῇ διακρίσει κλητέα. Αὕτη δὲ ἔστιν ἡ σὺν τῇ ἐτερότητι, ἐπεὶ καὶ τὸν ἀριθμὸν οὐκ ἐκ μόνης ἑτερότητος εἰώθασι ποιεῖν, ἀλλὰ καὶ ἐκ ταυτότητος· ᾧ μὲν γὰρ κοινωνοῦσιν ἀλλήλοις οἱ ἀριθμοί, ᾧ δὲ διαφέρουσιν. Ἔτι δὲ ἡ συμβλητὰ τὰ μόρια, ταυτότης ἐν αὐτοῖς, καὶ εἰ διωρισμένα, ἐτερότης. Πῶς οὖν, εἰ ὁμοῦ αἱ δύο, οὐχὶ τὰς δύο παρέδωκεν ὁ Παρμενίδης, οἷον ἕνωσιν καὶ διάκρισιν; ἢ ὥσπερ τὸ ἐν ὂν ἐν τῇ ἀκρότητι τῶν νοητῶν προλαβὼν, οὐκέτι ἐν τῇ δευτέρᾳ τὸ αὐτὸ ἐπολυπραγμόνησεν, ἀλλ’ ὡς ἤδη ὄντι προσέθηκεν τὸ ἀπὸ ταύτης ἀναφυόμενον ὅλον καὶ μέρη, καὶ πάλιν ἐπὶ τῆς τρίτης, ὡς ἤδη προϋποκείμενον τοῦ ἑνὸς ὄντος καὶ τοῦ ὅλου καὶ τῶν μερῶν, οὕτω συλλογίζεται τὸ ταύτης ἴδιον ἄπειρον πλῆθος,