Ancient Greek
497 to 499
Damascius, In Parmenidem 497-499
Unproofread scanNot analysed yet
οὐχ ὅτι διακέκριται μᾶλλον ἢ ἠνωται. Τοῦτο γὰρ οὐδὲ ἐπὶ τοῦ ἐσχάτου νοῦ θέμις εἰπεῖν, ἀλλ’ ὅτι ἡ ἑτερότης ἐκλάμψασα τὴν νοητὴν ἔλυσεν ἕνωσιν, καὶ ἐποίησεν τὴν μετὰ διακρίσεως εἶναι ψευθυμίαν. Μήποτε δὲ οὐδὲ ἀντιθετέον ταυτότητα ὅπως οὖν τῇ ἑτερότητι, ὡς ἐπὶ τῶν γενῶν· ἡ γὰρ δύναμις ἄμφω ποιεῖ, ὡς καὶ αὐτῷ δοκεῖ· ἡ γὰρ μεσότης καὶ συνάγει καὶ διακρίνει. Διὸ καὶ ἡ Θεότης ἥδε συναγωγὸς ἄμα ἐστὶ καὶ διακριτική, ὡς καὶ τὰ λόγια λέγει καὶ Ὀρφεὺς ἐποίησεν. Ἀλλ’ ἄνω μὲν ἡ δύναμις συναγωγὸς μᾶλλον, κάτω δὲ διακριτική. Διόπερ ἐνταῦθα κέκληται ἑτερότης, ὅτι ὡς διακρίνουσά ἐστι μᾶλλον. Ἔστι γε μὴν καὶ συναγωγός, ἀλλὰ τῶν διακριθέντων· τὸ ἄρα τῆς ταυτότητος καὶ τῆς ἑτερότητος ἔργον αὐτὴ κατὰ μίαν φύσιν ἐργάζεται καὶ οὐ διαταράττεσθαι περὶ τὰ γένη τοῦ ὄντος, ἐπεὶ καὶ ὁ ἀριθμὸς ὁ μὲν νῦν παραδιδομενος ἐκ τῆς διμόρφου δυνάμεως, ὁ δὲ ἐν τοῖς εἴδεσιν ταυτότητι συγκεκράσθω καὶ ἑτερότητι, ἄτε εἶδος ὢν. ὅλως δὲ φαίνεται ὁ Πλάτων οὐδὲ σύμβολα τὰ γένη τοῦ εἴδους ποιούμενος ἄλλων διακόσμων ἢ τῶν νοερῶν· ἐκεῖ γὰρ καὶ τὴν κίνησιν καὶ σιᾶσιν παρέλαβεν, καὶ