Ancient Greek
501
Damascius, In Parmenidem 501
Unproofread scanNot analysed yet
καὶ πανάριθμον τῶν ἐκεῖ Θεῶν. Ἔξεστι δὲ καθ’ ἕνωσιν ὁρᾶν ἐκεῖ καὶ κίνησιν ἐν τῇ προοδικῇ δυνάμει, καὶ στάσιν ἐν τῇ συναγωγῇ, καὶ ἑτερότητα μὲν ἐν τῇ διακρίσει τῶν γεννωμένων, ταυτότητα δὲ ἐν τῇ περιγραφῇ τῶν ἀφοριζομένων. Οὐ δεῖ οὖν ὡς γένος ἀποδέχεσθαι τὴν ἑτερότητα ταύτην, ἀλλ’ ὡς πάντα συνῃρηκυῖαν κατὰ τὴν ἑαυτῆς παντογόνον φύσιν. ὄγδοον ἐπὶ τούτοις τὸ