Ancient Greek
508
Damascius, In Parmenidem 508
Unproofread scanNot analysed yet
ἀριθμοῦ μονὰς ἡ μονάς, καὶ ἐκ μονάδων ἂν εἴη ἡ μονάς· ἑκάστη δὲ μονὰς τουλάχιστον τριάς, ὥστε καὶ πᾶς ὁ ἀριθμός· καὶ τοῦτο ἄρα ἐπ’ ἄπειρον ἡμῖν συμβήσεται, εἰ πᾶς μὲν ἀριθμὸς ἐκ μονάδων, πᾶσα δὲ μονὰς ἀριθμός. Οὔτε οὖν ἐξ ἀδιαιρέτων ὁ ἀριθμός, οὔτε πεπερασμένος καὶ ἄπειρος, ἀλλ’ ἀπειράκις ἄπειρος, οὔτε ὅλον καὶ μέρη ἔχων, εἰ οὐ περιέχει ἡ