Ancient Greek
513
Damascius, In Parmenidem 513
Unproofread scanNot analysed yet
τὴν οἰκείαν φύσιν. Καὶ γὰρ ἕκαστον μένον ὃ ἐστὶ μετἔχει τῶν ἄλλων. Μήποτε δὲ καὶ πᾶν εἶδος ἐπ’ ἄπειρον οὕτω διαιρετόν· τὸ τε γὰρ καλὸν εἰς ἀεὶ καλά, καὶ τὸ δίκαιον εἰς ἀεὶ δίκαια, καὶ τὸ ζῷον εἰς ἀεὶ ζῷα, ὅταν εἰς μέρη τέμνηται. Οὐδὲν γὰρ ἐκ μὴ τοιούτων εἶδός ἐστι μερῶν· ἀλλ’ ἔστιν ὁμόχρουν ἕκαστον καὶ ὁμοιομερές, κἂν