Ancient Greek
541
Damascius, In Parmenidem 541
Unproofread scanNot analysed yet
ὁλοτελής, ἐν τῷ μένειν ἔχων τὸ εἶναι, οὐδὲ προϊὼν εἰς ὑπόβασιν νοητήν, ἀλλὰ πάντη τῶν διακόσμων ἀπάντων ἐξηρημένος, οὐδὲ πρὸς αὐτοὺς ἀντιδιηρημένος, ὡς πρῶτος πρὸς δεύτερον, καὶ τρίτον, καὶ τοὺς ἐξῆς. Οὐ γὰρ συναριθμεῖται αὐτοῖς, ἀνάλογον ἔστως τῇ μιᾷ τῶν ὅλων ἀρχῇ ὁ ἐκείνη πρὸς τὰς πολλὰς ἐνάδας, οὗτος πρὸς τοὺς πολλοὺς κόσμους· οὐδὲ γὰρ εἷς ἔστι κόσμος τῶν πολλῶν,