Ancient Greek
546 to 547
Damascius, In Parmenidem 546-547
Unproofread scanNot analysed yet
τοῦ δὲ αἰθερίου τριάδας αἰθερίους, τοῦ δὲ ὑλαίου τρεῖς ὁμοίως ὑλαίας· παντὶ γὰρ ἐν κόσμῳ λάμπει τριάς ἧς μονὰς ἀρχει, κατὰ τὸ λόγιον. Μήποτε οὖν εἰ καὶ μὴ αὐτόθεν εἴρηται παρὰ τῶν Θεῶν, μήποτε καὶ ἐπὶ τῶν ἄλλων τριάδων τὴν αὐτὴν πρόοδον ποιητέον, ὥσπερ παρὰ ἑκάστης τριάδος ὑποβαινούσης· οὕτω γὰρ σώσομεν καὶ τὰς ἐξῃρημένας τριάδας πρὸ τῶν συντεταγμένων, ὡς ἐπὶ τῆς νοερᾶς ἐβδομάδος ποιοῦμεν, τὴν μίαν τῶν ἐπλὰ προτάττοντες· οὕτω καὶ ἑκάστην τριάδα πρὸ τῶν ἐπλὰ, τὴν ἰυγγικὴν πρὸ τῶν ἰγγυικῶν, καὶ τὴν συνοχικὴν πρὸ τῶν συνοχικῶν. Ὅτι γὰρ καὶ τὰς ἴυγγας οἱ Θεοὶ πολλὰς ἡμῖν παραδιδόασιν, καὶ οὐ τρεῖς μόνας, καὶ τοὺς συνοχέας πολλούς, δηλοῖ ἐκεῖνα τὰ λόγια· ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσιν. Οὐχ εἷς ἄρα