Ancient Greek
560
Damascius, In Parmenidem 560
Unproofread scanNot analysed yet
ἄλλως ἥνωνται πρὸς ἀλλήλους, κατὰ τὴν κοινωνίαν τῆς πηγαίας ὁλότητος, ἀφ’ ἧς ἀπορρέουσιν, ἢ κατὰ τὸ κοινὸν τῆς αὐτῶν ἰδιότητος. Οὐ γάρ εἷς Θεὸς ὁ ἀρχικὸς πᾶσας ἐν ἑαυτῷ τὰς ἀρχὰς συνελών, πολλοὶ δὲ Θεοὶ ἀρχικοὶ παραδέδονται, οὐδὲ ἄζωνος εἷς, ἀλλὰ Θεοὶ πολλοὶ ἀζῶνοι· οὐδὲ ἄρα ζωναῖος εἷς, ἀλλὰ καὶ οὗτοι διηρημένοι εἰς πολλὰς ζῶνας, ἐπεὶ καὶ ὁ κόσμος ὁδε