Ancient Greek
565 to 566
Damascius, In Parmenidem 565-566
Unproofread scanNot analysed yet
σειρῶν κατὰ τι εἶδος ἀριθμοῦ ποιεῖν, ἐκεῖνη ἢ ΒΑ. ἐν αὐτῷ συνελὼν Β. πολλοὶ θεοὶ Β. ἐπειδὴ καὶ αἱ σ. διορίζονται Β. ποιεῖ. ἐκείνη δὲ ἡ τάξις καθ’ ὅλον τὸν ἀριθμόν· πάντα γὰρ καὶ ὁ ἀριθμὸς ἀριθμητικῶς, καὶ ὁ διάκοσμος ἐκεῖνος μία πηγὴ ὁλοτελῆς ἰυγγικὴ τε καὶ νύχιος. Ἐπὶ δὲ ὡς ὁ ἀριθμὸς ἀπὸ τοῦ ἀμεροῦς εἰς τὸ μεριστότερον ἀεὶ διίσταται, οὕτω καὶ ἥδε ἡ τάξις ἀπὸ τοῦ ἀδιαστάτου πρόεισιν εἰς πᾶσαν διάστασιν. Ἤδη τοίνυν ἐκ τούτων δῆλον καὶ ὁ πρὸς τὸ δεύτερον εἴποι τις ἂν· παρἔχεται γὰρ ὁ ἀριθμὸς τοῖς προιοῦσιν τὸ διωρισμένον, τὸ κατ’ εἴδη ποικιλλόμενον ἐν ταῖς ὑποβάσεσιν, καὶ ἐπὶ τρίτον τὸ μηδὲν εἶναι μέρος ἐκεῖ ὁ μὴ καὶ εἶδος εὐθὺς ἐστί. Δεῖ οὖν