Ancient Greek
575
Damascius, In Parmenidem 575
Unproofread scanNot analysed yet
μητρικός, ὅτι καὶ ἡ μήτηρ διαιρεῖ τὸ ἄρρεν σπέρμα ἡνωμένον καὶ μονοειδὲς ὄν· καὶ δὴ ἕκαστον, ὡς μὲν μονάς, γεννᾶται πατρόθεν, ὡς δὲ ἀριθμός, μητρόθεν προέρχεται. Ἔτι δὲ τὸ μὲν ἄρρεν πρὸς τοῦ πέρατος μᾶλλον, τὸ δὲ Θῆλυ πρὸς τῆς ἀπειρίας, ὥσπερ καὶ ὁ ἀριθμός. Ἔτι δὲ πατρικὸν μὲν τὸ ἄρρεν, τὸ δὲ Θῆλυ μᾶλλον κατὰ τὴν δύναμιν ὥσπερ ὁ